Ἀπολυτίκιον Ἀγίου Τίτου, Ἦχος δ΄.

Τοῦ Παύλου συνέκδημος, καὶ μαθητὴς γεγονώς, τὴν Κρήτην κατηύγασας, Τίτε Ἀπόστολε, τῇ αἴγλῃ τῶν λόγων σου. Ὡς οὖν ταύτην ἐῤῥύσω, σκότους τῆς ἀσεβείας, οὕτω καὶ νῦν  τοὺς πόθῳ, σὲ τιμῶντας παμμάκαρ, ὡς ἔχων παῤῥησίαν πολλὴν, ῥῦσαι παντὸς πειρασμοῦ.

 

Απολυτίκιο Αγίου Χαραλάμπους 

Ἀπολυτίκιον  

Ἦχος δ’. Ταχύ προκατάλαβε.

Ὡς στύλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καί λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ, διά τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τήν σκοτόμαιναν μάκαρ, διό ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

 

Απολυτίκιο Αγίου Γεωργίου 

Ἀπολυτίκιον  

Ἦχος δ’.

Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Απολυτίκιο Αγίου Δημητρίου 

Ἀπολυτίκιον  

Ἦχος γ’.

Μέγαν εὕρατο ἐv τοῖς κιvδύvοις, σὲ ὑπέρμαχοv, ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύvας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

Απολυτίκιο Αγίου Ιγνατίου του Θεοφόρου 

Ἀπολυτίκιον  

Ἦχος γ’. Θείας πίστεως.

Θείῳ ἔρωτι ἐπτερωμένος, τοῦ σὲ ψαύσαντος χερσὶν ἀχράντοις θεοφόρος ἀνεδείχθης, Ἰγνάτιε· καὶ ἐν τῇ Δύσει τελέσας τὸν δρόμον σου, πρὸς τὴν ἀνέσπερον λῆξιν ἐσκήνωσας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

Απολυτίκιο Αγίων Ταξιαρχών Μιχαήλ και Γαβριήλ 

Ἀπολυτίκιον  

Ἦχος δ’.

Τῶν οὐρανίωv στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεv ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵvα ταῖς ὑμῶv δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγωv, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦvτες ἡμᾶς προσπίπτοντας, ἐκτεvῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

 

Απολυτίκιο Αγίου Γερασίμου Κεφαλληνίας 

Ἀπολυτίκιον

Ἦχος α’. Αὐτόμελον.

Τῶν Ὀρθοδόξων προστάτην καὶ ἐν σώματι ἄγγελον, καὶ θαυματουργὸν θεοφόρον νεοφανέντα ἡμῖν, ἐπαινέσωμεν πιστοὶ θεῖον Γεράσιμον· ὅτι ἀξίως παρὰ Θεοῦ ἀπείληφεν, ἰαμάτων τὴν ἀέναον χάριν· ῥώννυσι τοὺς νοσοῦντας, δαιμονῶντας ἰᾶται· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

 

Απολυτίκιο Αγίου Σπυρίδωνος

 Ἀπολυτίκιον 

Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργούντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.

 

Απολυτίκιο Αγίου Διονυσίου Ζακύνθου 

Ἀπολυτίκιον  

Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Τῆς Ζακύνθου τὸv γόνον καὶ Αἰγίvης τὸν πρόεδρον, τὸv φρουρὸν μονῆς τὼv Στροφάδωv, Διοvύσιοv ἅπαντες, τιμήσωμεv συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικριvῶς· Tαῖς λιταῖς τοὺς τὴv σὴν μνήμην ἐπιτελοῦντας σῶσον καὶ βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ θαυμαστώσαντι· δόξα τῷ δωρησαμένῳ σε ἡμῖv, πρέσβυν ἀκοίμητον.

 

Απολυτίκιο Αγίου Μύρωνα επισκόπου Κρήτης 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Μέγας ἥλιος, ἐν Κρήτῃ Πάτερ, ἀνατέταλκας, θαυμάτων πλήθει, καταφωτίζων αὐτὴν ἱερώτατε, ὡς οὖν ὁρμὴν ποταμοῦ διεκώλυσας, καὶ τὸν ὄλεθρον δράκοντα ἐλίθωσας, οὕτως Ἅγιε Χριστῷ, θεῖε Μύρων πρέσβευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

ΑΠΟΛΥΤΙΚΙΟ ΤΩΝ ΟΣΙΩΝ ΚΑΙ ΘΕΟΦΟΡΩΝ 99 ΠΑΤΕΡΩΝ ΤΩΝ ΕΝ ΚΡΉΤΗ 

Ήχος γ΄ 

«Η μεγαλόνησος Κρήτη εφραίνεται, ότι εν όρεσι αυτής ενίκησαν, τον πολυμήχανον εχθρόν πατέρες οι θειότατοι, δάκρυσι νηστείαις τε, προσευχές και δεήσεσι, όθεν και τα πνεύματα συν Αγγέλοις αγάλλονται, τα λείψανα τα θεία δε τούτων, ρώσιν χαρίζουσι τοις κάμνουσι».

 

Απολυτίκιο Αγίου Ανδρέα επισκόπου Κρήτης

Απολυτίκιον. Ήχος πλ. α’. Τον συνάναρχον Λόγον.

Του Δαβίδ την κινύραν Πάτερ μιμούμενος, εν Εκκλησία Οσίων προσάδεις άσμα καινόν, ως σοφός υφηγητής του Θείου Πνεύματος, συ γαρ εβρόντησας ημίν, τας της χάριτος ωδάς, και λόγον δικαιοσύνης, Ανδρέα Πατέρων κλέος, προς σωτηρίαν των ψυχών ημών.

 

Απολυτίκιο Οσίου Νικηφόρου του Λεπρού 

Ἀπολυτίκιον

Ήχος α΄.

Νικηφόρου Ὁσίου, τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται παρ᾽ Αὐτοῦ, θαυμάτων διακρίσεσιν. Χαίροις τῶν Μοναστῶν χειραγωγέ, χαίροις φωτὸς ὁ πρόβολος· χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.

 

Απολυτίκιο Αγίας Αικατερίνης 

Ἀπολυτίκιον  

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν· ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ δυνάμει, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.

 

Απολυτίκιο Αγίου Νικολάου Καρπενησίου